Löydetty 35140 Tulokset: Ὁ
εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. (II Coríntios 11, 30)
ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἰησοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. (II Coríntios 11, 31)
ἐν δαμασκῶ ὁ ἐθνάρχης ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν δαμασκηνῶν πιάσαι με, (II Coríntios 11, 32)
καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. (II Coríntios 11, 33)
καυχᾶσθαι δεῖ· οὐ συμφέρον μέν, ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. (II Coríntios 12, 1)
οἶδα ἄνθρωπον ἐν χριστῶ πρὸ ἐτῶν δεκατεσσάρων _ εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν _ ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. (II Coríntios 12, 2)
καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον _ εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν _ (II Coríntios 12, 3)
ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. (II Coríntios 12, 4)
ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις. (II Coríntios 12, 5)
ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει [τι] ἐξ ἐμοῦ (II Coríntios 12, 6)
καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. διό, ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατανᾶ, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. (II Coríntios 12, 7)
ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ· (II Coríntios 12, 8)