Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. (Atos dos Apóstolos 20, 31)

  • καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῶ θεῶ καὶ τῶ λόγῳ τῆς χάριτος αὐτοῦ τῶ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. (Atos dos Apóstolos 20, 32)

  • ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· (Atos dos Apóstolos 20, 33)

  • αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὗσιν μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὖται. (Atos dos Apóstolos 20, 34)

  • πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου ἰησοῦ ὅτι αὐτὸς εἶπεν, μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν. (Atos dos Apóstolos 20, 35)

  • καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο. (Atos dos Apóstolos 20, 36)

  • ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ παύλου κατεφίλουν αὐτόν, (Atos dos Apóstolos 20, 37)

  • ὀδυνώμενοι μάλιστα ἐπὶ τῶ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον. (Atos dos Apóstolos 20, 38)

  • ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾽ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν ῥόδον, κἀκεῖθεν εἰς πάταρα· (Atos dos Apóstolos 21, 1)

  • καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς φοινίκην ἐπιβάντες ἀνήχθημεν. (Atos dos Apóstolos 21, 2)

  • ἀναφάναντες δὲ τὴν κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς συρίαν, καὶ κατήλθομεν εἰς τύρον, ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον. (Atos dos Apóstolos 21, 3)

  • ἀνευρόντες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῶ παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος μὴ ἐπιβαίνειν εἰς ἱεροσόλυμα. (Atos dos Apóstolos 21, 4)


"O homem sem Deus é um ser mutilado". São Padre Pio de Pietrelcina