Löydetty 35140 Tulokset: Ὁ
ἐγένετο δὲ ἐν ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι ἰουδαίων τε καὶ ἑλλήνων πολὺ πλῆθος. (Atos dos Apóstolos 14, 1)
οἱ δὲ ἀπειθήσαντες ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. (Atos dos Apóstolos 14, 2)
ἱκανὸν μὲν οὗν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῶ κυρίῳ τῶ μαρτυροῦντι [ἐπὶ] τῶ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. (Atos dos Apóstolos 14, 3)
ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις. (Atos dos Apóstolos 14, 4)
ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, (Atos dos Apóstolos 14, 5)
συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς λυκαονίας λύστραν καὶ δέρβην καὶ τὴν περίχωρον, (Atos dos Apóstolos 14, 6)
κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν. (Atos dos Apóstolos 14, 7)
καί τις ἀνὴρ ἀδύνατος ἐν λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιεπάτησεν. (Atos dos Apóstolos 14, 8)
οὖτος ἤκουσεν τοῦ παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῶ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι (Atos dos Apóstolos 14, 9)
εἶπεν μεγάλῃ φωνῇ, ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει. (Atos dos Apóstolos 14, 10)
οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν λυκαονιστὶ λέγοντες, οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς· (Atos dos Apóstolos 14, 11)
ἐκάλουν τε τὸν βαρναβᾶν δία, τὸν δὲ παῦλον ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. (Atos dos Apóstolos 14, 12)