Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • ἤκουσεν ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν, σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου; (São João 9, 35)

  • ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; (São João 9, 36)

  • εἶπεν αὐτῶ ὁ ἰησοῦς, καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. (São João 9, 37)

  • ὁ δὲ ἔφη, πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῶ. (São João 9, 38)

  • καὶ εἶπεν ὁ ἰησοῦς, εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. (São João 9, 39)

  • ἤκουσαν ἐκ τῶν φαρισαίων ταῦτα οἱ μετ᾽ αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῶ, μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; (São João 9, 40)

  • εἶπεν αὐτοῖς ὁ ἰησοῦς, εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν· ἡ ἁμαρτία ὑμῶν μένει. (São João 9, 41)

  • ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· (São João 10, 1)

  • ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. (São João 10, 2)

  • τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. (São João 10, 3)

  • ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῶ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· (São João 10, 4)

  • ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. (São João 10, 5)


"Somente por meio de Jesus podemos esperar a salvação." São Padre Pio de Pietrelcina