Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. (São Lucas 24, 37)

  • καὶ εἶπεν αὐτοῖς, τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν; (São Lucas 24, 38)

  • ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. (São Lucas 24, 39)

  • καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. (São Lucas 24, 40)

  • ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς, ἔχετέ τι βρώσιμον ἐνθάδε; (São Lucas 24, 41)

  • οἱ δὲ ἐπέδωκαν αὐτῶ ἰχθύος ὀπτοῦ μέρος· (São Lucas 24, 42)

  • καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. (São Lucas 24, 43)

  • εἶπεν δὲ πρὸς αὐτούς, οὖτοι οἱ λόγοι μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῶ νόμῳ μωϊσέως καὶ τοῖς προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. (São Lucas 24, 44)

  • τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς. (São Lucas 24, 45)

  • καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, (São Lucas 24, 46)

  • καὶ κηρυχθῆναι ἐπὶ τῶ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη _ ἀρξάμενοι ἀπὸ ἰερουσαλήμ· (São Lucas 24, 47)

  • ὑμεῖς μάρτυρες τούτων. (São Lucas 24, 48)


"Quando a videira se separa da estaca que a sustenta, cai e apodrece." São Padre Pio de Pietrelcina