Löydetty 35140 Tulokset: Ὁ
καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. (São Lucas 23, 33)
[[ὁ δὲ ἰησοῦς ἔλεγεν, πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.]] διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους. (São Lucas 23, 34)
καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὖτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός. (São Lucas 23, 35)
ἐνέπαιξαν δὲ αὐτῶ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῶ (São Lucas 23, 36)
καὶ λέγοντες, εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων, σῶσον σεαυτόν. (São Lucas 23, 37)
ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ᾽ αὐτῶ, ὁ βασιλεὺς τῶν ἰουδαίων οὖτος. (São Lucas 23, 38)
εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων, οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. (São Lucas 23, 39)
ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῶ ἔφη, οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῶ αὐτῶ κρίματι εἶ; (São Lucas 23, 40)
καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὖτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. (São Lucas 23, 41)
καὶ ἔλεγεν, ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου. (São Lucas 23, 42)
καὶ εἶπεν αὐτῶ, ἀμήν σοι λέγω, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῶ παραδείσῳ. (São Lucas 23, 43)
καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης (São Lucas 23, 44)