Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. (São Marcos 15, 33)

  • καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ ἰησοῦς φωνῇ μεγάλῃ, ελωι ελωι λεμα σαβαχθανι; ὅ ἐστιν μεθερμηνευόμενον ὁ θεός μου ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με; (São Marcos 15, 34)

  • καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, ἴδε ἠλίαν φωνεῖ. (São Marcos 15, 35)

  • δραμὼν δέ τις [καὶ] γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων, ἄφετε ἴδωμεν εἰ ἔρχεται ἠλίας καθελεῖν αὐτόν. (São Marcos 15, 36)

  • ὁ δὲ ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. (São Marcos 15, 37)

  • καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ᾽ ἄνωθεν ἕως κάτω. (São Marcos 15, 38)

  • ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν, ἀληθῶς οὖτος ὁ ἄνθρωπος υἱὸς θεοῦ ἦν. (São Marcos 15, 39)

  • ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἡ ἰακώβου τοῦ μικροῦ καὶ ἰωσῆτος μήτηρ καὶ σαλώμη, (São Marcos 15, 40)

  • αἳ ὅτε ἦν ἐν τῇ γαλιλαίᾳ ἠκολούθουν αὐτῶ καὶ διηκόνουν αὐτῶ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῶ εἰς ἱεροσόλυμα. (São Marcos 15, 41)

  • καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν προσάββατον, (São Marcos 15, 42)

  • ἐλθὼν ἰωσὴφ [ὁ] ἀπὸ ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς τὸν πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ. (São Marcos 15, 43)

  • ὁ δὲ πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν· (São Marcos 15, 44)


"O amor nada mais é do que o brilho de Deus nos homens". São Padre Pio de Pietrelcina