Löydetty 35140 Tulokset: Ὁ
καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; (São Marcos 10, 17)
ὁ δὲ ἰησοῦς εἶπεν αὐτῶ, τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. (São Marcos 10, 18)
τὰς ἐντολὰς οἶδας· μὴ φονεύσῃς, μὴ μοιχεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. (São Marcos 10, 19)
ὁ δὲ ἔφη αὐτῶ, διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. (São Marcos 10, 20)
ὁ δὲ ἰησοῦς ἐμβλέψας αὐτῶ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῶ, ἕν σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς [τοῖς] πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῶ, καὶ δεῦρο ἀκολούθει μοι. (São Marcos 10, 21)
ὁ δὲ στυγνάσας ἐπὶ τῶ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά. (São Marcos 10, 22)
καὶ περιβλεψάμενος ὁ ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται. (São Marcos 10, 23)
οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, τέκνα, πῶς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· (São Marcos 10, 24)
εὐκοπώτερόν ἐστιν κάμηλον διὰ [τῆς] τρυμαλιᾶς [τῆς] ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. (São Marcos 10, 25)
οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς, καὶ τίς δύναται σωθῆναι; (São Marcos 10, 26)
ἐμβλέψας αὐτοῖς ὁ ἰησοῦς λέγει, παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ᾽ οὐ παρὰ θεῶ, πάντα γὰρ δυνατὰ παρὰ τῶ θεῶ. (São Marcos 10, 27)
ἤρξατο λέγειν ὁ πέτρος αὐτῶ, ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι. (São Marcos 10, 28)