Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ᾽ ἰδίαν ἐπηρώτων αὐτόν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; (São Marcos 9, 28)

  • καὶ εἶπεν αὐτοῖς, τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ. (São Marcos 9, 29)

  • κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· (São Marcos 9, 30)

  • ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. (São Marcos 9, 31)

  • οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι. (São Marcos 9, 32)

  • καὶ ἦλθον εἰς καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, τί ἐν τῇ ὁδῶ διελογίζεσθε; (São Marcos 9, 33)

  • οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῶ τίς μείζων. (São Marcos 9, 34)

  • καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. (São Marcos 9, 35)

  • καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς, (São Marcos 9, 36)

  • ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῶ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με. (São Marcos 9, 37)

  • ἔφη αὐτῶ ὁ ἰωάννης, διδάσκαλε, εἴδομέν τινα ἐν τῶ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν. (São Marcos 9, 38)

  • ὁ δὲ ἰησοῦς εἶπεν, μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῶ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· (São Marcos 9, 39)


"Na igreja se fala somente com Deus." São Padre Pio de Pietrelcina