Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν. (São Mateus 27, 27)

  • καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῶ, (São Mateus 27, 28)

  • καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῶ λέγοντες, χαῖρε, βασιλεῦ τῶν ἰουδαίων, (São Mateus 27, 29)

  • καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. (São Mateus 27, 30)

  • καὶ ὅτε ἐνέπαιξαν αὐτῶ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. (São Mateus 27, 31)

  • ἐξερχόμενοι δὲ εὖρον ἄνθρωπον κυρηναῖον ὀνόματι σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. (São Mateus 27, 32)

  • καὶ ἐλθόντες εἰς τόπον λεγόμενον γολγοθᾶ, ὅ ἐστιν κρανίου τόπος λεγόμενος, (São Mateus 27, 33)

  • ἔδωκαν αὐτῶ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν. (São Mateus 27, 34)

  • σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, (São Mateus 27, 35)

  • καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. (São Mateus 27, 36)

  • καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὖτός ἐστιν ἰησοῦς ὁ βασιλεῦς τῶν ἰουδαίων. (São Mateus 27, 37)

  • τότε σταυροῦνται σὺν αὐτῶ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. (São Mateus 27, 38)


"Que Jesus reine sempre soberano no seu coração." São Padre Pio de Pietrelcina