Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν καὶ κεκράξονται πικρὸν καὶ ἐπιθήσουσιν ἐπὶ τὴν κεφαλὴν αὐτῶν γῆν καὶ σποδὸν ὑποστρώσονται (Ezequiel 27, 30)

  • καὶ λήμψονται οἱ υἱοὶ αὐτῶν ἐπὶ σὲ θρῆνον καὶ θρήνημά σοι (Ezequiel 27, 32)

  • πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου καὶ ἀπὸ τοῦ συμμίκτου σου ἐπλούτισας πάντας βασιλεῖς τῆς γῆς (Ezequiel 27, 33)

  • νῦν συνετρίβης ἐν θαλάσσῃ ἐν βάθει ὕδατος ὁ σύμμικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου ἔπεσον πάντες οἱ κωπηλάται σου (Ezequiel 27, 34)

  • πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν καὶ ἐδάκρυσεν τὸ πρόσωπον αὐτῶν (Ezequiel 27, 35)

  • ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε ἀπώλεια ἐγένου καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα (Ezequiel 27, 36)

  • καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων (Ezequiel 28, 1)

  • καὶ σύ υἱὲ ἀνθρώπου εἰπὸν τῷ ἄρχοντι Τύρου τάδε λέγει κύριος ἀνθ’ ὧν ὑψώθη σου ἡ καρδία καὶ εἶπας θεός εἰμι ἐγώ κατοικίαν θεοῦ κατῴκηκα ἐν καρδίᾳ θαλάσσης σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεὸς καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ (Ezequiel 28, 2)

  • μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιηλ σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὐτῶν (Ezequiel 28, 3)

  • μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ ἐν τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου (Ezequiel 28, 4)

  • ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου (Ezequiel 28, 5)

  • διὰ τοῦτο τάδε λέγει κύριος ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ (Ezequiel 28, 6)


"É sempre necessário ir para a frente, nunca para trás, na vida espiritual." São Padre Pio de Pietrelcina