Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου μέλος μουσικῶν ἐφ’ ἡδεῖ οἴνῳ (Eclesiástico 32, 6)

  • λάλησον νεανίσκε εἰ χρεία σου μόλις δὶς ἐὰν ἐπερωτηθῇς (Eclesiástico 32, 7)

  • κεφαλαίωσον λόγον ἐν ὀλίγοις πολλά γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν (Eclesiástico 32, 8)

  • ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει (Eclesiástico 32, 9)

  • πρὸ βροντῆς κατασπεύδει ἀστραπή καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις (Eclesiástico 32, 10)

  • ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει ἀπότρεχε εἰς οἶκον καὶ μὴ ῥᾳθύμει (Eclesiástico 32, 11)

  • ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ (Eclesiástico 32, 12)

  • καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ (Eclesiástico 32, 13)

  • ὁ φοβούμενος κύριον ἐκδέξεται παιδείαν καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν (Eclesiástico 32, 14)

  • ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ (Eclesiástico 32, 15)

  • οἱ φοβούμενοι κύριον εὑρήσουσιν κρίμα καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν (Eclesiástico 32, 16)

  • ἄνθρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμὸν καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα (Eclesiástico 32, 17)


"Deve-se caminhar em nuvens cada vez que se termina uma confissão!" São Padre Pio de Pietrelcina