Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον (Eclesiástico 29, 16)

  • ἐγγύη πολλοὺς ἀπώλεσεν κατευθύνοντας καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης (Eclesiástico 29, 17)

  • ἄνδρας δυνατοὺς ἀπῴκισεν καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις (Eclesiástico 29, 18)

  • ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην καὶ διώκων ἐργολαβίας ἐμπεσεῖται εἰς κρίσεις (Eclesiástico 29, 19)

  • ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς (Eclesiástico 29, 20)

  • ἀρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον καὶ οἶκος καλύπτων ἀσχημοσύνην (Eclesiástico 29, 21)

  • κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις (Eclesiástico 29, 22)

  • ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχε καὶ ὀνειδισμὸν παροικίας οὐ μὴ ἀκούσῃς (Eclesiástico 29, 23)

  • ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν καὶ οὗ παροικήσεις οὐκ ἀνοίξεις στόμα (Eclesiástico 29, 24)

  • ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ (Eclesiástico 29, 25)

  • πάρελθε πάροικε κόσμησον τράπεζαν καὶ εἴ τι ἐν τῇ χειρί σου ψώμισόν με (Eclesiástico 29, 26)

  • ἔξελθε πάροικε ἀπὸ προσώπου δόξης ἐπεξένωταί μοι ὁ ἀδελφός χρεία τῆς οἰκίας (Eclesiástico 29, 27)


"Que Jesus reine sempre soberano no seu coração." São Padre Pio de Pietrelcina