Löydetty 35140 Tulokset: Ὁ
ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως (Eclesiástico 10, 6)
μισητὴ ἔναντι κυρίου καὶ ἀνθρώπων ὑπερηφανία καὶ ἐξ ἀμφοτέρων πλημμελὴς ἡ ἀδικία (Eclesiástico 10, 7)
βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα (Eclesiástico 10, 8)
τί ὑπερηφανεύεται γῆ καὶ σποδός ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσθια αὐτοῦ (Eclesiástico 10, 9)
μακρὸν ἀρρώστημα σκώπτει ἰατρός καὶ βασιλεὺς σήμερον καὶ αὔριον τελευτήσει (Eclesiástico 10, 10)
ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας (Eclesiástico 10, 11)
ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφίστασθαι ἀπὸ κυρίου καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ (Eclesiástico 10, 12)
ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα διὰ τοῦτο παρεδόξασεν κύριος τὰς ἐπαγωγὰς καὶ κατέστρεψεν εἰς τέλος αὐτούς (Eclesiástico 10, 13)
θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος καὶ ἐκάθισεν πραεῖς ἀντ’ αὐτῶν (Eclesiástico 10, 14)
ῥίζας ἐθνῶν ἐξέτιλεν ὁ κύριος καὶ ἐφύτευσεν ταπεινοὺς ἀντ’ αὐτῶν (Eclesiástico 10, 15)
χώρας ἐθνῶν κατέστρεψεν ὁ κύριος καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς (Eclesiástico 10, 16)
ἐξῆρεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτοὺς καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν (Eclesiástico 10, 17)