Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου (Eclesiástico 6, 8)

  • καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει (Eclesiástico 6, 9)

  • καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου (Eclesiástico 6, 10)

  • καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται (Eclesiástico 6, 11)

  • ἐὰν ταπεινωθῇς ἔσται κατὰ σοῦ καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται (Eclesiástico 6, 12)

  • ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε (Eclesiástico 6, 13)

  • φίλος πιστὸς σκέπη κραταιά ὁ δὲ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν (Eclesiástico 6, 14)

  • φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ (Eclesiástico 6, 15)

  • φίλος πιστὸς φάρμακον ζωῆς καὶ οἱ φοβούμενοι κύριον εὑρήσουσιν αὐτόν (Eclesiástico 6, 16)

  • ὁ φοβούμενος κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ ὅτι κατ’ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ (Eclesiástico 6, 17)

  • τέκνον ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν (Eclesiástico 6, 18)

  • ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς (Eclesiástico 6, 19)


"Sigamos o caminho que nos conduz a Deus." São Padre Pio de Pietrelcina