Löydetty 35140 Tulokset: Ὁ
ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ (Provérbios 25, 19)
ὥσπερ ὄξος ἕλκει ἀσύμφορον οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ (20a) ὥσπερ σὴς ἱματίῳ καὶ σκώληξ ξύλῳ οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν (Provérbios 25, 20)
ἐὰν πεινᾷ ὁ ἐχθρός σου τρέφε αὐτόν ἐὰν διψᾷ πότιζε αὐτόν (Provérbios 25, 21)
τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὁ δὲ κύριος ἀνταποδώσει σοι ἀγαθά (Provérbios 25, 22)
ἄνεμος βορέας ἐξεγείρει νέφη πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει (Provérbios 25, 23)
κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ (Provérbios 25, 24)
ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν (Provérbios 25, 25)
ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς (Provérbios 25, 26)
ἐσθίειν μέλι πολὺ οὐ καλόν τιμᾶν δὲ χρὴ λόγους ἐνδόξους (Provérbios 25, 27)
ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει (Provérbios 25, 28)
ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει οὕτως οὐκ ἔστιν ἄφρονι τιμή (Provérbios 26, 1)
ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί (Provérbios 26, 2)