Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • ὁ θεός ἐν τῷ ἁγίῳ ἡ ὁδός σου τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν (Salmos 76, 14)

  • σὺ εἶ ὁ θεὸς ὁ ποιῶν θαυμάσια ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου (Salmos 76, 15)

  • ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηφ διάψαλμα (Salmos 76, 16)

  • εἴδοσάν σε ὕδατα ὁ θεός εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν καὶ ἐταράχθησαν ἄβυσσοι πλῆθος ἤχους ὑδάτων (Salmos 76, 17)

  • φωνὴν ἔδωκαν αἱ νεφέλαι καὶ γὰρ τὰ βέλη σου διαπορεύονται (Salmos 76, 18)

  • φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ (Salmos 76, 19)

  • ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται (Salmos 76, 20)

  • ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ααρων (Salmos 76, 21)

  • Gr. Psalm 77 (Heb. 78) συνέσεως τῷ Ασαφ προσέχετε λαός μου τὸν νόμον μου κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου (Salmos 77, 1)

  • ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς (Salmos 77, 2)

  • ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν (Salmos 77, 3)

  • οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ κυρίου καὶ τὰς δυναστείας αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν (Salmos 77, 4)


"Que Jesus reine sempre soberano no seu coração." São Padre Pio de Pietrelcina