Löydetty 35140 Tulokset: Ὁ
νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ’ οὐρανόν ἀνάγγειλον δή μοι πόση τίς ἐστιν (Jó 38, 18)
ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς σκότους δὲ ποῖος ὁ τόπος (Jó 38, 19)
εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν (Jó 38, 20)
οἶδα ἄρα ὅτι τότε γεγέννησαι ἀριθμὸς δὲ ἐτῶν σου πολύς (Jó 38, 21)
ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος θησαυροὺς δὲ χαλάζης ἑόρακας (Jó 38, 22)
ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν εἰς ἡμέραν πολέμου καὶ μάχης (Jó 38, 23)
πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ’ οὐρανόν (Jó 38, 24)
τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν ὁδὸν δὲ κυδοιμῶν (Jó 38, 25)
τοῦ ὑετίσαι ἐπὶ γῆν οὗ οὐκ ἀνήρ ἔρημον οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ (Jó 38, 26)
τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης (Jó 38, 27)
τίς ἐστιν ὑετοῦ πατήρ τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου (Jó 38, 28)
ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν (Jó 38, 29)