Löydetty 46 Tulokset: ὀφθαλμούς

  • καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος καὶ Ιωσηφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου (Gênesis 46, 4)

  • τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ’ ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου (II Samuel 12, 11)

  • καὶ εἶπεν αὐτῷ Ιωναδαβ κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε καὶ ἐρεῖς πρὸς αὐτόν ἐλθέτω δὴ Θημαρ ἡ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ’ ὀφθαλμούς μου βρῶμα ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς (II Samuel 13, 5)

  • τοῦ εἶναι ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός εἰς τὸν τόπον ὃν εἶπας ἔσται τὸ ὄνομά μου ἐκεῖ τοῦ εἰσακούειν τῆς προσευχῆς ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός (I Reis 8, 29)

  • κλῖνον κύριε τὸ οὖς σου καὶ ἄκουσον ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους Σενναχηριμ οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζῶντα (II Reis 19, 16)

  • τίνα ὠνείδισας καὶ ἐβλασφήμησας καὶ ἐπὶ τίνα ὕψωσας φωνήν καὶ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ισραηλ (II Reis 19, 22)

  • τοῦ εἶναι ὀφθαλμούς σου ἀνεῳγμένους ἐπὶ τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός εἰς τὸν τόπον τοῦτον ὃν εἶπας ἐπικληθῆναι τὸ ὄνομά σου ἐκεῖ τοῦ ἀκοῦσαι τῆς προσευχῆς ἧς ὁ παῖς σου προσεύχεται εἰς τὸν τόπον τοῦτον (II Crônicas 6, 20)

  • καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστίν καὶ τῶν ὀφθαλμῶν μου ἀνεῳγότων ἀφώδευσαν τὰ στρουθία θερμὸν εἰς τοὺς ὀφθαλμούς μου καὶ ἐγενήθη λευκώματα εἰς τοὺς ὀφθαλμούς μου καὶ ἐπορεύθην πρὸς ἰατρούς καὶ οὐκ ὠφέλησάν με Αχιαχαρος δὲ ἔτρεφέν με ἕως οὗ ἐπορεύθη εἰς τὴν Ἐλυμαΐδα (Tobias 2, 10)

  • καὶ νῦν κύριε τοὺς ὀφθαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα (Tobias 3, 12)

  • ἐπίβλεψον εἰσάκουσόν μου κύριε ὁ θεός μου φώτισον τοὺς ὀφθαλμούς μου μήποτε ὑπνώσω εἰς θάνατον (Salmos 12, 4)

  • τὰ δικαιώματα κυρίου εὐθεῖα εὐφραίνοντα καρδίαν ἡ ἐντολὴ κυρίου τηλαυγής φωτίζουσα ὀφθαλμούς (Salmos 18, 9)

  • συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου (Salmos 31, 8)


“Nas tribulações é necessário ter fé em Deus.” São Padre Pio de Pietrelcina