Mosaico decorativo

Löydetty 31964 Tulokset: Ἡ

  • εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς ἰσραὴλ εἰς τὸ πρόσωπον μωϊσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, (II Coríntios 3, 7)

  • πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; (II Coríntios 3, 8)

  • εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῶ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ. (II Coríntios 3, 9)

  • καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῶ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης· (II Coríntios 3, 10)

  • εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῶ μᾶλλον τὸ μένον ἐν δόξῃ. (II Coríntios 3, 11)

  • ἔχοντες οὗν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, (II Coríntios 3, 12)

  • καὶ οὐ καθάπερ μωϊσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. (II Coríntios 3, 13)

  • ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν χριστῶ καταργεῖται· (II Coríntios 3, 14)

  • ἀλλ᾽ ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται μωϊσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· (II Coríntios 3, 15)

  • ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα. (II Coríntios 3, 16)

  • ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος. (II Coríntios 3, 18)

  • διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐγκακοῦμεν, (II Coríntios 4, 1)


"O temor e a confiança devem dar as mãos e proceder como irmãos." São Padre Pio de Pietrelcina