Mosaico decorativo

Löydetty 31964 Tulokset: Ἡ

  • τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. (Romanos 14, 1)

  • ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. (Romanos 14, 3)

  • σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῶ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν. (Romanos 14, 4)

  • ὃς μὲν [γὰρ] κρίνει ἡμέραν παρ᾽ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῶ ἰδίῳ νοῒ πληροφορείσθω. (Romanos 14, 5)

  • ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ· καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῶ θεῶ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῶ θεῶ. (Romanos 14, 6)

  • οὐδεὶς γὰρ ἡμῶν ἑαυτῶ ζῇ, καὶ οὐδεὶς ἑαυτῶ ἀποθνῄσκει· (Romanos 14, 7)

  • ἐάν τε γὰρ ζῶμεν, τῶ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῶ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὗν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν. (Romanos 14, 8)

  • εἰς τοῦτο γὰρ χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. (Romanos 14, 9)

  • σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῶ βήματι τοῦ θεοῦ· (Romanos 14, 10)

  • γέγραπται γάρ, ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῶ θεῶ. (Romanos 14, 11)

  • ἄρα [οὗν] ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει [τῶ θεῶ]. (Romanos 14, 12)

  • μηκέτι οὗν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῶ ἀδελφῶ ἢ σκάνδαλον. (Romanos 14, 13)


"Todas as graças que pedimos no nome de Jesus são concedidas pelo Pai eterno." São Padre Pio de Pietrelcina