Löydetty 31964 Tulokset: Ἡ
ἀνὴρ δέ τις ἐν καισαρείᾳ ὀνόματι κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης ἰταλικῆς, (Atos dos Apóstolos 10, 1)
εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῶ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῶ λαῶ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός, (Atos dos Apóstolos 10, 2)
εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῶ, κορνήλιε. (Atos dos Apóstolos 10, 3)
ὁ δὲ ἀτενίσας αὐτῶ καὶ ἔμφοβος γενόμενος εἶπεν, τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῶ, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ. (Atos dos Apóstolos 10, 4)
καὶ νῦν πέμψον ἄνδρας εἰς ἰόππην καὶ μετάπεμψαι σίμωνά τινα ὃς ἐπικαλεῖται πέτρος· (Atos dos Apóstolos 10, 5)
ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῶ, φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῶ, (Atos dos Apóstolos 10, 7)
καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν ἰόππην. (Atos dos Apóstolos 10, 8)
τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. (Atos dos Apóstolos 10, 9)
ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ᾽ αὐτὸν ἔκστασις, (Atos dos Apóstolos 10, 10)
καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς, (Atos dos Apóstolos 10, 11)
ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ. (Atos dos Apóstolos 10, 12)
καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, ἀναστάς, πέτρε, θῦσον καὶ φάγε. (Atos dos Apóstolos 10, 13)