Mosaico decorativo

Löydetty 31964 Tulokset: Ἡ

  • ὁ δὲ εἶπεν, πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με; παρεκάλεσέν τε τὸν φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῶ. (Atos dos Apóstolos 8, 31)

  • ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. (Atos dos Apóstolos 8, 32)

  • ἐν τῇ ταπεινώσει [αὐτοῦ] ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. (Atos dos Apóstolos 8, 33)

  • ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῶ φιλίππῳ εἶπεν, δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; (Atos dos Apóstolos 8, 34)

  • ἀνοίξας δὲ ὁ φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῶ τὸν ἰησοῦν. (Atos dos Apóstolos 8, 35)

  • ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος, ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι; (Atos dos Apóstolos 8, 36)

  • καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ ὅ τε φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. (Atos dos Apóstolos 8, 38)

  • ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα κυρίου ἥρπασεν τὸν φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. (Atos dos Apóstolos 8, 39)

  • φίλιππος δὲ εὑρέθη εἰς ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς καισάρειαν. (Atos dos Apóstolos 8, 40)

  • ὁ δὲ σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῶ ἀρχιερεῖ (Atos dos Apóstolos 9, 1)

  • ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς ἰερουσαλήμ. (Atos dos Apóstolos 9, 2)

  • ἐν δὲ τῶ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ δαμασκῶ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ, (Atos dos Apóstolos 9, 3)


"Para mim, Deus está sempre fixo na minha mente e estampado no meu coração." São Padre Pio de Pietrelcina