Löydetty 31964 Tulokset: Ἡ
καὶ κατέβη ἰακὼβ εἰς αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν, (Atos dos Apóstolos 7, 15)
καὶ μετετέθησαν εἰς συχὲμ καὶ ἐτέθησαν ἐν τῶ μνήματι ᾧ ὠνήσατο ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν ἑμμὼρ ἐν συχέμ. (Atos dos Apóstolos 7, 16)
καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ θεὸς τῶ ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν αἰγύπτῳ, (Atos dos Apóstolos 7, 17)
ἄχρι οὖ ἀνέστη βασιλεὺς ἕτερος [ἐπ᾽ αἴγυπτον] ὃς οὐκ ᾔδει τὸν ἰωσήφ. (Atos dos Apóstolos 7, 18)
οὖτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας [ἡμῶν] τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι. (Atos dos Apóstolos 7, 19)
ἐν ᾧ καιρῶ ἐγεννήθη μωϊσῆς, καὶ ἦν ἀστεῖος τῶ θεῶ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῶ οἴκῳ τοῦ πατρός· (Atos dos Apóstolos 7, 20)
ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. (Atos dos Apóstolos 7, 21)
καὶ ἐπαιδεύθη μωϊσῆς [ἐν] πάσῃ σοφίᾳ αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ. (Atos dos Apóstolos 7, 22)
ὡς δὲ ἐπληροῦτο αὐτῶ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς ἰσραήλ. (Atos dos Apóstolos 7, 23)
καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῶ καταπονουμένῳ πατάξας τὸν αἰγύπτιον. (Atos dos Apóstolos 7, 24)
ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς [αὐτοῦ] ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν. (Atos dos Apóstolos 7, 25)
τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών, ἄνδρες, ἀδελφοί ἐστε· ἱνατί ἀδικεῖτε ἀλλήλους; (Atos dos Apóstolos 7, 26)