Mosaico decorativo

Löydetty 31964 Tulokset: Ἡ

  • ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. (Atos dos Apóstolos 5, 7)

  • ἀπεκρίθη δὲ πρὸς αὐτὴν πέτρος, εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν, ναί, τοσούτου. (Atos dos Apóstolos 5, 8)

  • ὁ δὲ πέτρος πρὸς αὐτήν, τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε. (Atos dos Apóstolos 5, 9)

  • ἔπεσεν δὲ παραχρῆμα πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὖρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. (Atos dos Apóstolos 5, 10)

  • καὶ ἐγένετο φόβος μέγας ἐφ᾽ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. (Atos dos Apóstolos 5, 11)

  • διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῶ λαῶ· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ σολομῶντος. (Atos dos Apóstolos 5, 12)

  • μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῶ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, (Atos dos Apóstolos 5, 14)

  • ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραβάττων, ἵνα ἐρχομένου πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. (Atos dos Apóstolos 5, 15)

  • συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων ἰερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. (Atos dos Apóstolos 5, 16)

  • ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῶ, ἡ οὗσα αἵρεσις τῶν σαδδουκαίων, ἐπλήσθησαν ζήλου (Atos dos Apóstolos 5, 17)

  • καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. (Atos dos Apóstolos 5, 18)

  • ἄγγελος δὲ κυρίου διὰ νυκτὸς ἀνοίξας τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν, (Atos dos Apóstolos 5, 19)


"O passado não conta mais para o Senhor. O que conta é o presente e estar atento e pronto para reparar o que foi feito." São Padre Pio de Pietrelcina