Mosaico decorativo

Löydetty 1273 Tulokset: Ἡμῶν

  • κρεῖσσον γὰρ ἡμῖν γενηθῆναι αὐτοῖς εἰς διαρπαγήν ἐσόμεθα γὰρ εἰς δούλους καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τῶν νηπίων ἡμῶν ἐν ὀφθαλμοῖς ἡμῶν καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα ἡμῶν ἐκλειπούσας τὰς ψυχὰς αὐτῶν (Judite 7, 27)

  • μαρτυρόμεθα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν θεὸν ἡμῶν καὶ κύριον τῶν πατέρων ἡμῶν ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν ἵνα μὴ ποιήσῃ κατὰ τὰ ῥήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον (Judite 7, 28)

  • καὶ εἶπεν πρὸς αὐτοὺς Οζιας θαρσεῖτε ἀδελφοί διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας ἐν αἷς ἐπιστρέψει κύριος ὁ θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς εἰς τέλος (Judite 7, 30)

  • καὶ ἦλθον πρὸς αὐτήν καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατε δή μου ἄρχοντες τῶν κατοικούντων ἐν Βαιτυλουα ὅτι οὐκ εὐθὴς ὁ λόγος ὑμῶν ὃν ἐλαλήσατε ἐναντίον τοῦ λαοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ ἐστήσατε τὸν ὅρκον τοῦτον ὃν ἐλαλήσατε ἀνὰ μέσον τοῦ θεοῦ καὶ ὑμῶν καὶ εἴπατε ἐκδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν ἐὰν μὴ ἐν αὐταῖς ἐπιστρέψῃ κύριος βοήθειαν ὑμῖν (Judite 8, 11)

  • ὅτι βάθος καρδίας ἀνθρώπου οὐχ εὑρήσετε καὶ λόγους τῆς διανοίας αὐτοῦ οὐ διαλήμψεσθε καὶ πῶς τὸν θεόν ὃς ἐποίησεν πάντα ταῦτα ἐρευνήσετε καὶ τὸν νοῦν αὐτοῦ ἐπιγνώσεσθε καὶ τὸν λογισμὸν αὐτοῦ κατανοήσετε μηδαμῶς ἀδελφοί μὴ παροργίζετε κύριον τὸν θεὸν ἡμῶν (Judite 8, 14)

  • ὅτι ἐὰν μὴ βούληται ἐν ταῖς πέντε ἡμέραις βοηθῆσαι ἡμῖν αὐτὸς ἔχει τὴν ἐξουσίαν ἐν αἷς θέλει σκεπάσαι ἡμέραις ἢ καὶ ὀλεθρεῦσαι ἡμᾶς πρὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν (Judite 8, 15)

  • ὑμεῖς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς κυρίου τοῦ θεοῦ ἡμῶν ὅτι οὐχ ὡς ἄνθρωπος ὁ θεὸς ἀπειληθῆναι οὐδ’ ὡς υἱὸς ἀνθρώπου διαιτηθῆναι (Judite 8, 16)

  • διόπερ ἀναμένοντες τὴν παρ’ αὐτοῦ σωτηρίαν ἐπικαλεσώμεθα αὐτὸν εἰς βοήθειαν ἡμῶν καὶ εἰσακούσεται τῆς φωνῆς ἡμῶν ἐὰν ᾖ αὐτῷ ἀρεστόν (Judite 8, 17)

  • ὅτι οὐκ ἀνέστη ἐν ταῖς γενεαῖς ἡμῶν οὐδέ ἐστιν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον οὔτε φυλὴ οὔτε πατριὰ οὔτε δῆμος οὔτε πόλις ἐξ ἡμῶν οἳ προσκυνοῦσι θεοῖς χειροποιήτοις καθάπερ ἐγένετο ἐν ταῖς πρότερον ἡμέραις (Judite 8, 18)

  • ὧν χάριν ἐδόθησαν εἰς ῥομφαίαν καὶ εἰς διαρπαγὴν οἱ πατέρες ἡμῶν καὶ ἔπεσον πτῶμα μέγα ἐνώπιον τῶν ἐχθρῶν ἡμῶν (Judite 8, 19)

  • ἡμεῖς δὲ ἕτερον θεὸν οὐκ ἔγνωμεν πλὴν αὐτοῦ ὅθεν ἐλπίζομεν ὅτι οὐχ ὑπερόψεται ἡμᾶς οὐδ’ ἀπὸ τοῦ γένους ἡμῶν (Judite 8, 20)

  • ὅτι ἐν τῷ λημφθῆναι ἡμᾶς οὕτως καὶ λημφθήσεται πᾶσα ἡ Ιουδαία καὶ προνομευθήσεται τὰ ἅγια ἡμῶν καὶ ἐκζητήσει τὴν βεβήλωσιν αὐτῶν ἐκ τοῦ αἵματος ἡμῶν (Judite 8, 21)


"O amor tudo esquece, tudo perdoa, sem reservas." São Padre Pio de Pietrelcina