Löydetty 2839 Tulokset: Ἕως
καὶ τῷ Αμεσσαϊ ἐρεῖτε οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ καὶ νῦν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ιωαβ (II Samuel 19, 14)
καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ Ιορδάνου καὶ ἄνδρες Ιουδα ἦλθαν εἰς Γαλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν Ιορδάνην (II Samuel 19, 16)
καὶ Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως καὶ οὐκ ἐθεράπευσεν τοὺς πόδας αὐτοῦ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτοῦ καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἔπλυνεν ἀπὸ τῆς ἡμέρας ἧς ἀπῆλθεν ὁ βασιλεύς ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ (II Samuel 19, 25)
καὶ ἀνέβη πᾶς ἀνὴρ Ισραηλ ἀπὸ ὄπισθεν Δαυιδ ὀπίσω Σαβεε υἱοῦ Βοχορι καὶ ἀνὴρ Ιουδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ιορδάνου καὶ ἕως Ιερουσαλημ (II Samuel 20, 2)
καὶ εἰσῆλθεν Δαυιδ εἰς τὸν οἶκον αὐτοῦ εἰς Ιερουσαλημ καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ ἃς ἀφῆκεν φυλάσσειν τὸν οἶκον καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθεν καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν χῆραι ζῶσαι (II Samuel 20, 3)
καὶ ἐβόησεν γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν ἀκούσατε ἀκούσατε εἴπατε δὴ πρὸς Ιωαβ ἔγγισον ἕως ὧδε καὶ λαλήσω πρὸς αὐτόν (II Samuel 20, 16)
οὐχ οὗτος ὁ λόγος ὅτι ἀνὴρ ἐξ ὄρους Εφραιμ Σαβεε υἱὸς Βοχορι ὄνομα αὐτοῦ καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυιδ δότε αὐτόν μοι μόνον καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως καὶ εἶπεν ἡ γυνὴ πρὸς Ιωαβ ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους (II Samuel 20, 21)
καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν Σαβεε υἱοῦ Βοχορι καὶ ἔβαλεν πρὸς Ιωαβ καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ καὶ Ιωαβ ἀπέστρεψεν εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα (II Samuel 20, 22)
καὶ ἔλαβεν Ρεσφα θυγάτηρ Αια τὸν σάκκον καὶ ἔπηξεν αὑτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν ἕως ἔσταξεν ἐπ’ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ καὶ οὐκ ἔδωκεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ’ αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός (II Samuel 21, 10)
διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτοὺς καὶ οὐκ ἀναστρέψω ἕως συντελέσω αὐτούς (II Samuel 22, 38)
μεγαλύνων σωτηρίας βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος (II Samuel 22, 51)
αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν (II Samuel 23, 10)