Löydetty 12438 Tulokset: Ἐπ
ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραω εἰς αἰσχύνην καὶ τοῖς πεποιθόσιν ἐπ’ Αἴγυπτον ὄνειδος (Isaías 30, 3)
ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων οἳ ἔφερον ἐπ’ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος (Isaías 30, 6)
νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον ὅτι ἔσται εἰς ἡμέρας καιρῶν ταῦτα καὶ ἕως εἰς τὸν αἰῶνα (Isaías 30, 8)
διὰ τοῦτο οὕτως λέγει κύριος ὁ ἅγιος τοῦ Ισραηλ ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ (Isaías 30, 12)
καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου ἐκ κεραμίου λεπτὰ ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν (Isaías 30, 14)
οὕτω λέγει κύριος ὁ ἅγιος τοῦ Ισραηλ ὅταν ἀποστραφεὶς στενάξῃς τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη καὶ οὐκ ἠβούλεσθε ἀκούειν (Isaías 30, 15)
ἀλλ’ εἴπατε ἐφ’ ἵππων φευξόμεθα διὰ τοῦτο φεύξεσθε καὶ εἴπατε ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς (Isaías 30, 16)
διὰ φωνὴν ἑνὸς φεύξονται χίλιοι καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ’ ὄρους καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ (Isaías 30, 17)
διότι λαὸς ἅγιος ἐν Σιων οἰκήσει καὶ Ιερουσαλημ κλαυθμῷ ἔκλαυσεν ἐλέησόν με ἐλεήσει σε τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν ἐπήκουσέν σου (Isaías 30, 19)
καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα λεπτὰ ποιήσεις καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης καὶ ὡς κόπρον ὤσεις αὐτά (Isaías 30, 22)
οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένα (Isaías 30, 24)
καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσιν πύργοι (Isaías 30, 25)