Mosaico decorativo

Löydetty 12438 Tulokset: Ἐπ

  • καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι Ιερουσαλημ πρὸ τοῦ σαββάτου καὶ εἶπα καὶ ἔκλεισαν τὰς πύλας καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου (Neemias 23, 19)

  • καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω Ιερουσαλημ ἅπαξ καὶ δίς (Neemias 23, 20)

  • καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες Ἀζωτιστὶ καὶ οὔκ εἰσιν ἐπιγινώσκοντες λαλεῖν Ιουδαϊστί (Neemias 23, 24)

  • καὶ ἐμαχεσάμην μετ’ αὐτῶν καὶ κατηρασάμην αὐτοὺς καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας καὶ ἐμαδάρωσα αὐτοὺς καὶ ὥρκισα αὐτοὺς ἐν τῷ θεῷ ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν (Neemias 23, 25)

  • οὐχ οὕτως ἥμαρτεν Σαλωμων βασιλεὺς Ισραηλ καὶ ἐν ἔθνεσιν πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ καὶ ἀγαπώμενος τῷ θεῷ ἦν καὶ ἔδωκεν αὐτὸν ὁ θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι (Neemias 23, 26)

  • μνήσθητι αὐτοῖς ὁ θεός ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας καὶ διαθήκης τῆς ἱερατείας καὶ τοὺς Λευίτας (Neemias 23, 29)

  • ἐγὼ Τωβιτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει τοῖς συμπορευθεῖσιν μετ’ ἐμοῦ εἰς χώραν Ἀσσυρίων εἰς Νινευη (Tobias 1, 3)

  • κἀγὼ μόνος ἐπορευόμην πλεονάκις εἰς Ιεροσόλυμα ἐν ταῖς ἑορταῖς καθὼς γέγραπται παντὶ τῷ Ισραηλ ἐν προστάγματι αἰωνίῳ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ τὰς πρωτοκουρίας ἔχων (Tobias 1, 6)

  • καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ααρων πρὸς τὸ θυσιαστήριον πάντων τῶν γενημάτων τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευι τοῖς θεραπεύουσιν ἐν Ιερουσαλημ καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ιεροσολύμοις καθ’ ἕκαστον ἐνιαυτόν (Tobias 1, 7)

  • καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρια ἐν Ραγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα (Tobias 1, 14)

  • καὶ ἐν ταῖς ἡμέραις Ενεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου (Tobias 1, 16)

  • πορευθεὶς δὲ εἷς τῶν ἐν Νινευη ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς καὶ ἐκρύβην ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν φοβηθεὶς ἀνεχώρησα (Tobias 1, 19)


"Não desperdice suas energias em coisas que geram preocupação. Uma coisa somente é necessária: elevar o espírito e amar a Deus." São Padre Pio de Pietrelcina