Mosaico decorativo

Löydetty 12438 Tulokset: Ἐπ

  • καὶ ἐπισυνήχθησαν πρός με ὅσοι ποτὲ ἐπεκινοῦντο τῷ ῥήματι κυρίου τοῦ Ισραηλ ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας (Esdras 8, 69)

  • αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπὲρ τὰς κεφαλὰς ἡμῶν αἱ δὲ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ (Esdras 8, 72)

  • καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐγκατελείφθημεν ὑπὸ τοῦ κυρίου ἡμῶν ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν (Esdras 8, 77)

  • σὺ γάρ κύριε ἐκούφισας τὰς ἁμαρτίας ἡμῶν καὶ ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς (Esdras 8, 84)

  • ἰδοὺ νῦν ἐσμεν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν οὐ γὰρ ἔστιν στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις (Esdras 8, 87)

  • καὶ ὅτε προσευχόμενος Εσδρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ιερουσαλημ ὄχλος πολὺς σφόδρα ἄνδρες καὶ γυναῖκες καὶ νεανίαι κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει (Esdras 8, 88)

  • ἀναστὰς ἐπιτέλει πρὸς σὲ γὰρ τὸ πρᾶγμα καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν (Esdras 8, 91)

  • καὶ ἀναστὰς Εσδρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον Ιωαναν τοῦ Ελιασιβου (Esdras 9, 1)

  • καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν πενθῶν ὑπὲρ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους (Esdras 9, 2)

  • καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς φυλῆς Ιουδα καὶ Βενιαμιν ἐν τρισὶν ἡμέραις εἰς Ιερουσαλημ οὗτος ὁ μὴν ἔνατος τῇ εἰκάδι τοῦ μηνός (Esdras 9, 5)

  • ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ἡ ὥρα χειμερινή καὶ οὐκ ἰσχύομεν στῆναι αἴθριοι καὶ οὐχ εὕρομεν καὶ τὸ ἔργον ἡμῖν οὐκ ἔστιν ἡμέρας μιᾶς οὐδὲ δύο ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις (Esdras 9, 11)

  • Ιωναθας Αζαηλου καὶ Ιεζιας Θοκανου ἐπεδέξαντο κατὰ ταῦτα καὶ Μοσολλαμος καὶ Λευις καὶ Σαββαταιος συνεβράβευσαν αὐτοῖς (Esdras 9, 14)


"Reze, reze! Quem muito reza se salva e salva os outros." São Padre Pio de Pietrelcina