Mosaico decorativo

Löydetty 24028 Tulokset: Ἐν

  • καὶ τὸν φόνον τῶν ἀδελφῶν ἡμῶν καὶ τὴν αἰχμαλωσίαν τῆς γῆς καὶ τὴν ἐρήμωσιν τῆς κληρονομίας ἡμῶν ἐπιστρέψει εἰς κεφαλὴν ἡμῶν ἐν τοῖς ἔθνεσιν οὗ ἐὰν δουλεύσωμεν ἐκεῖ καὶ ἐσόμεθα εἰς πρόσκομμα καὶ εἰς ὄνειδος ἐναντίον τῶν κτωμένων ἡμᾶς (Judite 8, 22)

  • παρὰ ταῦτα πάντα εὐχαριστήσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν ὃς πειράζει ἡμᾶς καθὰ καὶ τοὺς πατέρας ἡμῶν (Judite 8, 25)

  • μνήσθητε ὅσα ἐποίησεν μετὰ Αβρααμ καὶ ὅσα ἐπείρασεν τὸν Ισαακ καὶ ὅσα ἐγένετο τῷ Ιακωβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας ποιμαίνοντι τὰ πρόβατα Λαβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ (Judite 8, 26)

  • ὅτι οὐ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν τῆς καρδίας αὐτῶν καὶ ἡμᾶς οὐκ ἐξεδίκησεν ἀλλ’ εἰς νουθέτησιν μαστιγοῖ κύριος τοὺς ἐγγίζοντας αὐτῷ (Judite 8, 27)

  • καὶ εἶπεν πρὸς αὐτὴν Οζιας πάντα ὅσα εἶπας ἐν ἀγαθῇ καρδίᾳ ἐλάλησας καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τοῖς λόγοις σου (Judite 8, 28)

  • ὅτι οὐκ ἐν τῇ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν ἀλλ’ ἀπ’ ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς ὁ λαὸς τὴν σύνεσίν σου καθότι ἀγαθόν ἐστιν τὸ πλάσμα τῆς καρδίας σου (Judite 8, 29)

  • ἀλλὰ ὁ λαὸς δεδίψηκεν σφόδρα καὶ ἠνάγκασαν ἡμᾶς ποιῆσαι καθὰ ἐλαλήσαμεν αὐτοῖς καὶ ἐπαγαγεῖν ἐφ’ ἡμᾶς ὅρκον ὃν οὐ παραβησόμεθα (Judite 8, 30)

  • καὶ νῦν δεήθητι περὶ ἡμῶν ὅτι γυνὴ εὐσεβὴς εἶ καὶ ἀποστελεῖ κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τῶν λάκκων ἡμῶν καὶ οὐκ ἐκλείψομεν ἔτι (Judite 8, 31)

  • καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιθ ἀκούσατέ μου καὶ ποιήσω πρᾶγμα ὃ ἀφίξεται εἰς γενεὰς γενεῶν υἱοῖς τοῦ γένους ἡμῶν (Judite 8, 32)

  • ὑμεῖς στήσεσθε ἐπὶ τῆς πύλης τὴν νύκτα ταύτην καὶ ἐξελεύσομαι ἐγὼ μετὰ τῆς ἅβρας μου καὶ ἐν ταῖς ἡμέραις μεθ’ ἃς εἴπατε παραδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν ἐπισκέψεται κύριος τὸν Ισραηλ ἐν χειρί μου (Judite 8, 33)

  • καὶ εἶπεν Οζιας καὶ οἱ ἄρχοντες πρὸς αὐτήν πορεύου εἰς εἰρήνην καὶ κύριος ὁ θεὸς ἔμπροσθέν σου εἰς ἐκδίκησιν τῶν ἐχθρῶν ἡμῶν (Judite 8, 35)

  • Ιουδιθ δὲ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐπέθετο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐγύμνωσεν ὃν ἐνεδεδύκει σάκκον καὶ ἦν ἄρτι προσφερόμενον ἐν Ιερουσαλημ εἰς τὸν οἶκον τοῦ θεοῦ τὸ θυμίαμα τῆς ἑσπέρας ἐκείνης καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδιθ πρὸς κύριον καὶ εἶπεν (Judite 9, 1)


"Cuide de estar sempre em estado de graça." São Padre Pio de Pietrelcina