Löydetty 24028 Tulokset: Ἐν
καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ ὃν ἐλάλησεν ἐν ὀνόματι κυρίου (I Crônicas 21, 19)
καὶ ἐπέστρεψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τέσσαρες υἱοὶ αὐτοῦ μετ’ αὐτοῦ μεθαχαβιν καὶ Ορνα ἦν ἀλοῶν πυρούς (I Crônicas 21, 20)
καὶ ἦλθεν Δαυιδ πρὸς Ορναν καὶ Ορνα ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησεν τῷ Δαυιδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν (I Crônicas 21, 21)
καὶ εἶπεν Δαυιδ πρὸς Ορνα δός μοι τὸν τόπον σου τῆς ἅλω καὶ οἰκοδομήσω ἐπ’ αὐτῷ θυσιαστήριον τῷ κυρίῳ ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ (I Crônicas 21, 22)
καὶ εἶπεν Ορνα πρὸς Δαυιδ λαβὲ σεαυτῷ καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον αὐτοῦ ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον καὶ τὰς ἁμάξας εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν τὰ πάντα δέδωκα (I Crônicas 21, 23)
καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ τῷ Ορνα οὐχί ὅτι ἀγοράζων ἀγοράζω ἐν ἀργυρίῳ ἀξίῳ ὅτι οὐ μὴ λάβω ἅ ἐστίν σοι κυρίῳ τοῦ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν κυρίῳ (I Crônicas 21, 24)
καὶ ἔδωκεν Δαυιδ τῷ Ορνα ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους (I Crônicas 21, 25)
καὶ ᾠκοδόμησεν Δαυιδ ἐκεῖ θυσιαστήριον κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου καὶ ἐβόησεν πρὸς κύριον καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατανάλωσεν τὴν ὁλοκαύτωσιν (I Crônicas 21, 26)
καὶ εἶπεν κύριος πρὸς τὸν ἄγγελον καὶ κατέθηκεν τὴν ῥομφαίαν εἰς τὸν κολεόν (I Crônicas 21, 27)
ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυιδ ὅτι ἐπήκουσεν αὐτῷ κύριος ἐν τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου καὶ ἐθυσίασεν ἐκεῖ (I Crônicas 21, 28)
καὶ σκηνὴ κυρίου ἣν ἐποίησεν Μωυσῆς ἐν τῇ ἐρήμῳ καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμα ἐν Γαβαων (I Crônicas 21, 29)
καὶ οὐκ ἠδύνατο Δαυιδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν θεόν ὅτι κατέσπευσεν ἀπὸ προσώπου τῆς ῥομφαίας ἀγγέλου κυρίου (I Crônicas 21, 30)