Mosaico decorativo

Löydetty 24028 Tulokset: Ἐν

  • καὶ ἔλαβεν Βοος τὴν Ρουθ καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἔδωκεν αὐτῇ κύριος κύησιν καὶ ἔτεκεν υἱόν (Rute 4, 13)

  • καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμιν εὐλογητὸς κύριος ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα καὶ καλέσαι τὸ ὄνομά σου ἐν Ισραηλ (Rute 4, 14)

  • καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου ὅτι ἡ νύμφη σου ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτόν ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς (Rute 4, 15)

  • καὶ ἔλαβεν Νωεμιν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν (Rute 4, 16)

  • καὶ αὗται αἱ γενέσεις Φαρες Φαρες ἐγέννησεν τὸν Εσρων (Rute 4, 18)

  • Εσρων δὲ ἐγέννησεν τὸν Αρραν καὶ Αρραν ἐγέννησεν τὸν Αμιναδαβ (Rute 4, 19)

  • καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμαν (Rute 4, 20)

  • καὶ Σαλμαν ἐγέννησεν τὸν Βοος καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ (Rute 4, 21)

  • καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι καὶ Ιεσσαι ἐγέννησεν τὸν Δαυιδ (Rute 4, 22)

  • ἄνθρωπος ἦν ἐξ Αρμαθαιμ Σιφα ἐξ ὄρους Εφραιμ καὶ ὄνομα αὐτῷ Ελκανα υἱὸς Ιερεμεηλ υἱοῦ Ηλιου υἱοῦ Θοκε ἐν Νασιβ Εφραιμ (I Samuel 1, 1)

  • καὶ τούτῳ δύο γυναῖκες ὄνομα τῇ μιᾷ Αννα καὶ ὄνομα τῇ δευτέρᾳ Φεννανα καὶ ἦν τῇ Φεννανα παιδία καὶ τῇ Αννα οὐκ ἦν παιδίον (I Samuel 1, 2)

  • καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Αρμαθαιμ προσκυνεῖν καὶ θύειν τῷ κυρίῳ θεῷ σαβαωθ εἰς Σηλω καὶ ἐκεῖ Ηλι καὶ οἱ δύο υἱοὶ αὐτοῦ Οφνι καὶ Φινεες ἱερεῖς τοῦ κυρίου (I Samuel 1, 3)


"Na igreja se fala somente com Deus." São Padre Pio de Pietrelcina