Mosaico decorativo

Löydetty 24028 Tulokset: Ἐν

  • καὶ εἰσῆλθεν Γεδεων καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετ’ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν (Juízes 7, 19)

  • καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας καὶ ἐν χερσὶν δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν καὶ ἀνέκραξαν ῥομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεων (Juízes 7, 20)

  • καὶ ἔστησαν ἀνὴρ ἐφ’ ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς καὶ ἔδραμεν πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγαν (Juízes 7, 21)

  • καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις καὶ ἔθηκεν κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεεδτα Γαραγαθα ἕως χείλους Αβωμεουλα ἐπὶ Ταβαθ (Juízes 7, 22)

  • καὶ ἀγγέλους ἀπέστειλεν Γεδεων ἐν παντὶ ὄρει Εφραιμ λέγων κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην καὶ ἐβόησεν πᾶς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην (Juízes 7, 24)

  • καὶ συνέλαβον τοὺς ἄρχοντας Μαδιαμ καὶ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουρ καὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηφ καὶ κατεδίωξαν Μαδιαμ καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἀπὸ πέραν τοῦ Ιορδάνου (Juízes 7, 25)

  • καὶ εἶπαν πρὸς Γεδεων ἀνὴρ Εφραιμ τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς ὅτε ἐπορεύθης παρατάξασθαι ἐν Μαδιαμ καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρῶς (Juízes 8, 1)

  • καὶ εἶπεν πρὸς αὐτούς τί ἐποίησα νῦν καθὼς ὑμεῖς ἢ οὐχὶ κρεῖσσον ἐπιφυλλὶς Εφραιμ ἢ τρυγητὸς Αβιεζερ (Juízes 8, 2)

  • ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ τί ἠδυνήθην ποιῆσαι ὡς ὑμεῖς τότε ἀνέθη τὸ πνεῦμα αὐτῶν ἀπ’ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον (Juízes 8, 3)

  • καὶ ἦλθεν Γεδεων ἐπὶ τὸν Ιορδάνην καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ’ αὐτοῦ πεινῶντες καὶ διώκοντες (Juízes 8, 4)

  • καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχωθ δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσίν μου ὅτι ἐκλείπουσιν καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζεβεε καὶ Σελμανα βασιλέων Μαδιαμ (Juízes 8, 5)

  • καὶ εἶπον οἱ ἄρχοντες Σοκχωθ μὴ χεὶρ Ζεβεε καὶ Σελμανα νῦν ἐν χειρί σου οὐ δώσομεν τῇ δυνάμει σου ἄρτους (Juízes 8, 6)


"O temor e a confiança devem dar as mãos e proceder como irmãos." São Padre Pio de Pietrelcina