Löydetty 24028 Tulokset: Ἐν
καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾽ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι· (Hebreus 11, 15)
νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ᾽ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν. (Hebreus 11, 16)
πίστει προσενήνοχεν ἀβραὰμ τὸν ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, (Hebreus 11, 17)
πρὸς ὃν ἐλαλήθη ὅτι ἐν ἰσαὰκ κληθήσεταί σοι σπέρμα, (Hebreus 11, 18)
λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. (Hebreus 11, 19)
πίστει καὶ περὶ μελλόντων εὐλόγησεν ἰσαὰκ τὸν ἰακὼβ καὶ τὸν ἠσαῦ. (Hebreus 11, 20)
πίστει ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. (Hebreus 11, 21)
πίστει ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. (Hebreus 11, 22)
πίστει μωϊσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. (Hebreus 11, 23)
πίστει μωϊσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς φαραώ, (Hebreus 11, 24)
μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῶ λαῶ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, (Hebreus 11, 25)
μείζονα πλοῦτον ἡγησάμενος τῶν αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. (Hebreus 11, 26)