Löydetty 24028 Tulokset: Ἐν
καὶ εἶπεν Αμασιας πρὸς Αμως ὁ ὁρῶν βάδιζε ἐκχώρησον εἰς γῆν Ιουδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις (Amós 7, 12)
καὶ ἀπεκρίθη Αμως καὶ εἶπεν πρὸς Αμασιαν οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου ἀλλ’ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα (Amós 7, 14)
καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων καὶ εἶπεν κύριος πρός με βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ (Amós 7, 15)
διὰ τοῦτο τάδε λέγει κύριος ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ (Amós 7, 17)
καὶ εἶπεν τί σὺ βλέπεις Αμως καὶ εἶπα ἄγγος ἰξευτοῦ καὶ εἶπεν κύριος πρός με ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ισραηλ οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν (Amós 8, 2)
καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ ἐπιρρίψω σιωπήν (Amós 8, 3)
οἱ λέγοντες πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικον (Amós 8, 5)
τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ πτωχοὺς καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα (Amós 8, 6)
καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου (Amós 8, 8)
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ὁ θεός καὶ δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς (Amós 8, 9)
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει (Amós 8, 13)
εἶδον τὸν κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου καὶ εἶπεν πάταξον ἐπὶ τὸ ἱλαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα καὶ διάκοψον εἰς κεφαλὰς πάντων καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενῶ οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων καὶ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασῳζόμενος (Amós 9, 1)