Löydetty 10040 Tulokset: Ἐκ
ἀλλὰ ἡ ψυχὴ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος ὃ βαδίζει κύπτον καὶ ἀσθενοῦν καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες καὶ ἡ ψυχὴ ἡ πεινῶσα δώσουσίν σοι δόξαν καὶ δικαιοσύνην κύριε (Baruc 2, 18)
ἐκλείψειν ποιήσω ἐκ πόλεων Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ φωνὴν εὐφροσύνης καὶ φωνὴν χαρμοσύνης φωνὴν νυμφίου καὶ φωνὴν νύμφης καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων (Baruc 2, 23)
καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς σου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος καὶ ἔστησας τοὺς λόγους σου οὓς ἐλάλησας ἐν χερσὶν τῶν παίδων σου τῶν προφητῶν τοῦ ἐξενεχθῆναι τὰ ὀστᾶ βασιλέων ἡμῶν καὶ τὰ ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν (Baruc 2, 24)
καὶ ἔθηκας τὸν οἶκον οὗ ἐπεκλήθη τὸ ὄνομά σου ἐπ’ αὐτῷ ὡς ἡ ἡμέρα αὕτη διὰ πονηρίαν οἴκου Ισραηλ καὶ οἴκου Ιουδα (Baruc 2, 26)
ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς μου ἦ μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν οὗ διασπερῶ αὐτοὺς ἐκεῖ (Baruc 2, 29)
κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ισραηλ καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου οἳ οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν καὶ ἐκολλήθη ἡμῖν τὰ κακά (Baruc 3, 4)
ἰδοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν οἳ ἀπέστησαν ἀπὸ κυρίου θεοῦ ἡμῶν (Baruc 3, 8)
συνεμιάνθης τοῖς νεκροῖς προσελογίσθης μετὰ τῶν εἰς ᾅδου (Baruc 3, 11)
οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν (Baruc 3, 18)
οὔτε υἱοὶ Αγαρ οἱ ἐκζητοῦντες τὴν σύνεσιν ἐπὶ τῆς γῆς οἱ ἔμποροι τῆς Μερραν καὶ Θαιμαν οἱ μυθολόγοι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως ὁδὸν τῆς σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς (Baruc 3, 23)
ἐκεῖ ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ οἱ ἀπ’ ἀρχῆς γενόμενοι εὐμεγέθεις ἐπιστάμενοι πόλεμον (Baruc 3, 26)
τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν (Baruc 3, 29)