Mosaico decorativo

Löydetty 10040 Tulokset: Ἐκ

  • καὶ ἐκάλεσεν τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἐπιστρέψω (II Reis 4, 22)

  • δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐγένετο ὡς εἶδεν Ελισαιε ἐρχομένην αὐτήν καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ ἰδοὺ δὴ ἡ Σωμανῖτις ἐκείνη (II Reis 4, 25)

  • καὶ εἰσῆλθεν Ελισαιε εἰς τὸν οἶκον καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ (II Reis 4, 32)

  • καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκεν τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ διέκαμψεν ἐπ’ αὐτόν καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου (II Reis 4, 34)

  • καὶ ἐξεβόησεν Ελισαιε πρὸς Γιεζι καὶ εἶπεν κάλεσον τὴν Σωμανῖτιν ταύτην καὶ ἐκάλεσεν καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ εἶπεν Ελισαιε λαβὲ τὸν υἱόν σου (II Reis 4, 36)

  • καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ ἔλαβεν τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθεν (II Reis 4, 37)

  • καὶ Ελισαιε ἐπέστρεψεν εἰς Γαλγαλα καὶ ὁ λιμὸς ἐν τῇ γῇ καὶ οἱ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ καὶ εἶπεν Ελισαιε τῷ παιδαρίῳ αὐτοῦ ἐπίστησον τὸν λέβητα τὸν μέγαν καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν (II Reis 4, 38)

  • καὶ ἐνέχει τοῖς ἀνδράσιν φαγεῖν καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψήματος καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπον θάνατος ἐν τῷ λέβητι ἄνθρωπε τοῦ θεοῦ καὶ οὐκ ἠδύναντο φαγεῖν (II Reis 4, 40)

  • καὶ εἶπεν λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα καὶ εἶπεν Ελισαιε πρὸς Γιεζι τὸ παιδάριον ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν καὶ οὐκ ἐγενήθη ἔτι ἐκεῖ ῥῆμα πονηρὸν ἐν τῷ λέβητι (II Reis 4, 41)

  • καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθσαρισα καὶ ἤνεγκεν πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ πρωτογενημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας καὶ εἶπεν δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν (II Reis 4, 42)

  • καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν καὶ εἶπεν δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν ὅτι τάδε λέγει κύριος φάγονται καὶ καταλείψουσιν (II Reis 4, 43)

  • καὶ Συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς Ισραηλ νεάνιδα μικράν καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμαν (II Reis 5, 2)


"O temor e a confiança devem dar as mãos e proceder como irmãos. Se nos damos conta de que temos muito temor devemos recorrer à confiança. Se confiamos excessivamente devemos ter um pouco de temor". São Padre Pio de Pietrelcina