Mosaico decorativo

Löydetty 1665 Tulokset: Ἐγὼ

  • καὶ φυλάξεσθε πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν (Deuteronômio 11, 8)

  • ἐὰν δὲ ἀκοῇ εἰσακούσητε πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἀγαπᾶν κύριον τὸν θεόν σου καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου (Deuteronômio 11, 13)

  • καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν ἀγαπᾶν κύριον τὸν θεὸν ἡμῶν καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ προσκολλᾶσθαι αὐτῷ (Deuteronômio 11, 22)

  • ἰδοὺ ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον εὐλογίαν καὶ κατάραν (Deuteronômio 11, 26)

  • τὴν εὐλογίαν ἐὰν ἀκούσητε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ὑμῶν ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον (Deuteronômio 11, 27)

  • καὶ τὰς κατάρας ἐὰν μὴ ἀκούσητε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ὑμῶν ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον καὶ πλανηθῆτε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετειλάμην ὑμῖν πορευθέντες λατρεύειν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε (Deuteronômio 11, 28)

  • καὶ φυλάξεσθε τοῦ ποιεῖν πάντα τὰ προστάγματα αὐτοῦ καὶ τὰς κρίσεις ταύτας ὅσας ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον (Deuteronômio 11, 32)

  • καὶ ἔσται ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν καὶ τὰ ἐπιδέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν καὶ τὰ δόματα ὑμῶν καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν ὅσα ἐὰν εὔξησθε τῷ θεῷ ὑμῶν (Deuteronômio 12, 11)

  • ἀλλ’ ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐν μιᾷ τῶν φυλῶν σου ἐκεῖ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον (Deuteronômio 12, 14)

  • φυλάσσου καὶ ἄκουε καὶ ποιήσεις πάντας τοὺς λόγους οὓς ἐγὼ ἐντέλλομαί σοι ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου δι’ αἰῶνος ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου (Deuteronômio 12, 28)

  • πᾶν ῥῆμα ὃ ἐγὼ ἐντέλλομαί σοι σήμερον τοῦτο φυλάξῃ ποιεῖν οὐ προσθήσεις ἐπ’ αὐτὸ οὐδὲ ἀφελεῖς ἀπ’ αὐτοῦ (Deuteronômio 13, 1)

  • ἐὰν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου (Deuteronômio 13, 19)


"Seja paciente e espere com confiança o tempo do Senhor". São Padre Pio de Pietrelcina