Löydetty 57 Tulokset: τίνι

  • καὶ εἶπεν Σαουλ προσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ Ισραηλ καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον (I Samuel 14, 38)

  • καὶ ἐλυπήθησαν ἐπ’ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ ἀπόστρεψον τὸν ἄνδρα εἰς τὸν τόπον αὐτοῦ οὗ κατέστησας αὐτὸν ἐκεῖ καὶ μὴ ἐρχέσθω μεθ’ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων (I Samuel 29, 4)

  • καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου οὕτως ἔσομαι ἐνώπιόν σου (II Samuel 16, 19)

  • καὶ εἶπεν Δαυιδ πρὸς τοὺς Γαβαωνίτας τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν κυρίου (II Samuel 21, 3)

  • καὶ εἶπεν Φαραω τῷ Αδερ τίνι σὺ ἐλαττονῇ μετ’ ἐμοῦ καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου καὶ εἶπεν αὐτῷ Αδερ ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με καὶ ἀνέστρεψεν Αδερ εἰς τὴν γῆν αὐτοῦ (I Reis 11, 22)

  • καὶ εἶπεν Αχααβ ἐν τίνι καὶ εἶπεν τάδε λέγει κύριος ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν καὶ εἶπεν Αχααβ τίς συνάψει τὸν πόλεμον καὶ εἶπεν σύ (I Reis 21, 14)

  • καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν ἐγὼ ἀπατήσω αὐτόν καὶ εἶπεν πρὸς αὐτὸν κύριος ἐν τίνι (I Reis 22, 21)

  • εἶπας πλὴν λόγοι χειλέων βουλὴ καὶ δύναμις εἰς πόλεμον νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί (II Reis 18, 20)

  • καὶ ἐξῆλθεν τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν ἐγὼ ἀπατήσω αὐτόν καὶ εἶπεν κύριος ἐν τίνι (II Crônicas 18, 20)

  • οὕτως λέγει Σενναχηριμ ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ τίνι ὑμεῖς πεποίθατε καὶ κάθησθε ἐν τῇ περιοχῇ ἐν Ιερουσαλημ (II Crônicas 32, 10)

  • ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ (Esdras 4, 54)

  • καὶ εἶπεν αὐτοῖς ἀναγγείλατε δή μοι υἱοὶ Χανααν τίς ὁ λαὸς οὗτος ὁ καθήμενος ἐν τῇ ὀρεινῇ καὶ τίνες ἃς κατοικοῦσιν πόλεις καὶ τὸ πλῆθος τῆς δυνάμεως αὐτῶν καὶ ἐν τίνι τὸ κράτος αὐτῶν καὶ ἡ ἰσχὺς αὐτῶν καὶ τίς ἀνέστηκεν ἐπ’ αὐτῶν βασιλεὺς ἡγούμενος στρατιᾶς αὐτῶν (Judite 5, 3)


“Nossa Senhora está sempre pronta a nos socorrer, mas por acaso o mundo a escuta e se emenda?” São Padre Pio de Pietrelcina