Löydetty 1719 Tulokset: του πολέμου κατά του Μωάβ
καὶ νῦν ἰδοὺ υἱοὶ Αμμων καὶ Μωαβ καὶ ὄρος Σηιρ εἰς οὓς οὐκ ἔδωκας τῷ Ισραηλ διελθεῖν δι’ αὐτῶν ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ὅτι ἐξέκλιναν ἀπ’ αὐτῶν καὶ οὐκ ἐξωλέθρευσαν αὐτούς (II Crônicas 20, 10)
αὔριον κατάβητε ἐπ’ αὐτούς ἰδοὺ ἀναβαίνουσιν κατὰ τὴν ἀνάβασιν Ασας καὶ εὑρήσετε αὐτοὺς ἐπ’ ἄκρου ποταμοῦ τῆς ἐρήμου Ιεριηλ (II Crônicas 20, 16)
καὶ ἐν τῷ ἄρξασθαι τῆς αἰνέσεως αὐτοῦ τῆς ἐξομολογήσεως ἔδωκεν κύριος πολεμεῖν τοὺς υἱοὺς Αμμων ἐπὶ Μωαβ καὶ ὄρος Σηιρ τοὺς ἐξελθόντας ἐπὶ Ιουδαν καὶ ἐτροπώθησαν (II Crônicas 20, 22)
καὶ ἀνέστησαν οἱ υἱοὶ Αμμων καὶ Μωαβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηιρ ἐξολεθρεῦσαι καὶ ἐκτρῖψαι καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηιρ ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολεθρευθῆναι (II Crônicas 20, 23)
καὶ ἐποίησαν οἱ Λευῖται καὶ πᾶς Ιουδα κατὰ πάντα ὅσα ἐνετείλατο Ιωδαε ὁ ἱερεύς καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτοῦ ἀπ’ ἀρχῆς τοῦ σαββάτου ἕως ἐξόδου τοῦ σαββάτου ὅτι οὐ κατέλυσεν Ιωδαε τὰς ἐφημερίας (II Crônicas 23, 8)
καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινεν κατὰ τὴν διαθήκην τοῦ νόμου κυρίου καθὼς γέγραπται ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων ἀλλ’ ἢ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται (II Crônicas 25, 4)
καὶ ἐτροπώθη Ιουδας κατὰ πρόσωπον Ισραηλ καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα (II Crônicas 25, 22)
καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Αμασιας ὁ πατὴρ αὐτοῦ (II Crônicas 26, 4)
καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Οζιας ὁ πατὴρ αὐτοῦ ἀλλ’ οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν κυρίου καὶ ἔτι ὁ λαὸς κατεφθείρετο (II Crônicas 27, 2)
καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων Ισραηλ καὶ γὰρ γλυπτὰ ἐποίησεν τοῖς εἰδώλοις αὐτῶν (II Crônicas 28, 2)
καὶ ἔθυεν ἐν Γαιβενενομ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ (II Crônicas 28, 3)
καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυιδ ὁ πατὴρ αὐτοῦ (II Crônicas 29, 2)