Löydetty 2546 Tulokset: οι άνθρωποι του Ισραήλ

  • οὗτος Ααρων καὶ Μωυσῆς οἷς εἶπεν αὐτοῖς ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν (Êxodo 6, 26)

  • οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου αὐτὸς Ααρων καὶ Μωυσῆς (Êxodo 6, 27)

  • σὺ δὲ λαλήσεις αὐτῷ πάντα ὅσα σοι ἐντέλλομαι ὁ δὲ Ααρων ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραω ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ (Êxodo 7, 2)

  • καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραω καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ’ Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ (Êxodo 7, 4)

  • καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐκτείνων τὴν χεῖρα ἐπ’ Αἴγυπτον καὶ ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ μέσου αὐτῶν (Êxodo 7, 5)

  • καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ μέσον τῶν κτηνῶν τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ οὐ τελευτήσει ἀπὸ πάντων τῶν τοῦ Ισραηλ υἱῶν ῥητόν (Êxodo 9, 4)

  • καὶ ἐποίησεν κύριος τὸ ῥῆμα τοῦτο τῇ ἐπαύριον καὶ ἐτελεύτησεν πάντα τὰ κτήνη τῶν Αἰγυπτίων ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ οὐκ ἐτελεύτησεν οὐδέν (Êxodo 9, 6)

  • ἰδὼν δὲ Φαραω ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ οὐδέν ἐβαρύνθη ἡ καρδία Φαραω καὶ οὐκ ἐξαπέστειλεν τὸν λαόν (Êxodo 9, 7)

  • νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου καὶ ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ πάντες γὰρ οἱ ἄνθρωποι καὶ τὰ κτήνη ὅσα ἂν εὑρεθῇ ἐν τῷ πεδίῳ καὶ μὴ εἰσέλθῃ εἰς οἰκίαν πέσῃ δὲ ἐπ’ αὐτὰ ἡ χάλαζα τελευτήσει (Êxodo 9, 19)

  • πλὴν ἐν γῇ Γεσεμ οὗ ἦσαν οἱ υἱοὶ Ισραηλ οὐκ ἐγένετο ἡ χάλαζα (Êxodo 9, 26)

  • καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ καθάπερ ἐλάλησεν κύριος τῷ Μωυσῇ (Êxodo 9, 35)

  • καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ (Êxodo 10, 20)


“Subamos sem nos cansarmos, sob a celeste vista do Salvador. Distanciemo-nos das afeições terrenas. Despojemo-nos do homem velho e vistamo-nos do homem novo. Aspiremos à felicidade que nos está reservada.” São Padre Pio de Pietrelcina