Löydetty 451 Tulokset: κατάκτηση του Χαναάν Ιησού 12

  • καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλῆς υἱῶν Μανασση ἀπὸ τῶν υἱῶν Ισραηλ ἐκ Σηλω ἐν γῇ Χανααν ἀπελθεῖν εἰς γὴν Γαλααδ εἰς γῆν κατασχέσεως αὐτῶν ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος κυρίου ἐν χειρὶ Μωυσῆ (Josué 22, 9)

  • καὶ ἦλθον εἰς Γαλγαλα τοῦ Ιορδάνου ἥ ἐστιν ἐν γῇ Χανααν καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἐκεῖ βωμὸν ἐπὶ τοῦ Ιορδάνου βωμὸν μέγαν τοῦ ἰδεῖν (Josué 22, 10)

  • καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ λεγόντων ἰδοὺ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση βωμὸν ἐφ’ ὁρίων γῆς Χανααν ἐπὶ τοῦ Γαλααδ τοῦ Ιορδάνου ἐν τῷ πέραν υἱῶν Ισραηλ (Josué 22, 11)

  • καὶ ἀπέστρεψεν Φινεες ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν Ρουβην καὶ ἀπὸ τῶν υἱῶν Γαδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐκ γῆς Γαλααδ εἰς γῆν Χανααν πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους (Josué 22, 32)

  • καὶ ἐλάτρευσεν Ισραηλ τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ Ἰησοῦ καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα κυρίου ὅσα ἐποίησεν τῷ Ισραηλ (Josué 24, 29)

  • καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ διὰ τοῦ κυρίου λέγοντες τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς (Juízes 1, 1)

  • καὶ ἐδούλευσεν ὁ λαὸς τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐμακροημέρευσαν μετὰ Ἰησοῦ ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον κυρίου τὸ μέγα ὃ ἐποίησεν ἐν τῷ Ισραηλ (Juízes 2, 7)

  • καὶ ἀφῆκεν κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ Ἰησοῦ (Juízes 2, 23)

  • καὶ ταῦτα τὰ ἔθνη ἃ ἀφῆκεν κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χανααν (Juízes 3, 1)

  • καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ιαβιν βασιλέως Χανααν ὃς ἐβασίλευσεν ἐν Ασωρ καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισαρα καὶ αὐτὸς κατῴκει ἐν Αρισωθ τῶν ἐθνῶν (Juízes 4, 2)

  • καὶ ἐτρόπωσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ιαβιν βασιλέα Χανααν ἔμπροσθεν τῶν υἱῶν Ισραηλ (Juízes 4, 23)

  • καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν ἕως οὗ ἐξωλέθρευσαν τὸν Ιαβιν βασιλέα Χανααν (Juízes 4, 24)


“Quando fizer o bem, esqueça. Se fizer o mal, pense no que fez e se arrependa.” São Padre Pio de Pietrelcina