Löydetty 37 Tulokset: γενέσθαι

  • τοῦτον ἰδὼν ὁ ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῶ, θέλεις ὑγιὴς γενέσθαι; (São João 5, 6)

  • εἶπεν αὐτοῖς ἰησοῦς, ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί. (São João 8, 58)

  • ἀπεκρίθη αὐτοῖς, εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; (São João 9, 27)

  • ἀπ᾽ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι. (São João 13, 19)

  • καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. (São João 14, 29)

  • ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ᾽ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων. (Atos dos Apóstolos 1, 22)

  • ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή [σου] προώρισεν γενέσθαι. (Atos dos Apóstolos 4, 28)

  • ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς αἴγυπτον, (Atos dos Apóstolos 7, 39)

  • τοῦτον ὁ θεὸς ἤγειρεν [ἐν] τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, (Atos dos Apóstolos 10, 40)

  • ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ παῦλος ἐν τῶ πνεύματι διελθὼν τὴν μακεδονίαν καὶ ἀχαΐαν πορεύεσθαι εἰς ἱεροσόλυμα, εἰπὼν ὅτι μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ ῥώμην ἰδεῖν. (Atos dos Apóstolos 19, 21)

  • κεκρίκει γὰρ ὁ παῦλος παραπλεῦσαι τὴν ἔφεσον, ὅπως μὴ γένηται αὐτῶ χρονοτριβῆσαι ἐν τῇ ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῶ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς ἱεροσόλυμα. (Atos dos Apóstolos 20, 16)

  • ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῶ ἱερῶ γενέσθαι με ἐν ἐκστάσει (Atos dos Apóstolos 22, 17)


“Procuremos servir ao Senhor com todo o coração e com toda a vontade. Ele nos dará sempre mais do que merecemos.” São Padre Pio de Pietrelcina