Löydetty 17461 Tulokset: Τῷ
μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν θυγατέρα μου ἐζήτησεν γὰρ ἀποκτεῖναί με (I Macabeus 11, 10)
καὶ ἀφελόμενος αὐτοῦ τὴν θυγατέρα ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ καὶ ἠλλοιώθη τῷ Ἀλεξάνδρῳ καὶ ἐφάνη ἡ ἔχθρα αὐτῶν (I Macabeus 11, 12)
Ἀλέξανδρος δὲ ὁ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων (I Macabeus 11, 14)
καὶ ἤκουσεν Ἀλέξανδρος καὶ ἦλθεν ἐπ’ αὐτὸν ἐν πολέμῳ καὶ ἐξήγαγεν Πτολεμαῖος καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρᾷ καὶ ἐτροπώσατο αὐτόν (I Macabeus 11, 15)
καὶ ἀφεῖλεν Ζαβδιηλ ὁ Ἄραψ τὴν κεφαλὴν Ἀλεξάνδρου καὶ ἀπέστειλεν τῷ Πτολεμαίῳ (I Macabeus 11, 17)
καὶ ὁ βασιλεὺς Πτολεμαῖος ἀπέθανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν αὐτοῦ ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασιν (I Macabeus 11, 18)
καὶ ἐπορεύθησάν τινες μισοῦντες τὸ ἔθνος αὐτῶν ἄνδρες παράνομοι πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλαν αὐτῷ ὅτι Ιωναθαν περικάθηται τὴν ἄκραν (I Macabeus 11, 21)
καὶ ἀκούσας ὠργίσθη ὡς δὲ ἤκουσεν εὐθέως ἀναζεύξας ἦλθεν εἰς Πτολεμαίδα καὶ ἔγραψεν Ιωναθαν τοῦ μὴ περικαθῆσθαι καὶ τοῦ ἀπαντῆσαι αὐτὸν αὐτῷ συμμίσγειν εἰς Πτολεμαίδα τὴν ταχίστην (I Macabeus 11, 22)
ὡς δὲ ἤκουσεν Ιωναθαν ἐκέλευσεν περικαθῆσθαι καὶ ἐπέλεξεν τῶν πρεσβυτέρων Ισραηλ καὶ τῶν ἱερέων καὶ ἔδωκεν ἑαυτὸν τῷ κινδύνῳ (I Macabeus 11, 23)
καὶ ἐνετύγχανον κατ’ αὐτοῦ τινες ἄνομοι τῶν ἐκ τοῦ ἔθνους (I Macabeus 11, 25)
καὶ ἐποίησεν αὐτῷ ὁ βασιλεὺς καθὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ καὶ ὕψωσεν αὐτὸν ἐναντίον τῶν φίλων αὐτοῦ πάντων (I Macabeus 11, 26)
καὶ ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην καὶ ὅσα ἄλλα εἶχεν τίμια τὸ πρότερον καὶ ἐποίησεν αὐτὸν τῶν πρώτων φίλων ἡγεῖσθαι (I Macabeus 11, 27)