Mosaico decorativo

Löydetty 17461 Tulokset: Τῷ

  • καὶ νῦν μὴ διαλίπητε ὅτι ἐν ὑμῖν ᾑρέτικεν κύριος στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν καὶ εἶναι αὐτῷ λειτουργοῦντας καὶ θυμιῶντας (II Crônicas 29, 11)

  • καὶ ἀνέστησαν οἱ Λευῖται Μααθ ὁ τοῦ Αμασι καὶ Ιωηλ ὁ τοῦ Αζαριου ἐκ τῶν υἱῶν Κααθ καὶ ἐκ τῶν υἱῶν Μεραρι Κις ὁ τοῦ Αβδι καὶ Αζαριας ὁ τοῦ Ιαλλεληλ καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνι Ιωα ὁ τοῦ Ζεμμαθ καὶ Ιωδαν ὁ τοῦ Ιωαχα (II Crônicas 29, 12)

  • καὶ τῶν υἱῶν Ελισαφαν Σαμβρι καὶ Ιιηλ καὶ τῶν υἱῶν Ασαφ Ζαχαριας καὶ Μαθθανιας (II Crônicas 29, 13)

  • καὶ τῶν υἱῶν Αιμαν Ιιηλ καὶ Σεμεϊ καὶ τῶν υἱῶν Ιδιθων Σαμαιας καὶ Οζιηλ (II Crônicas 29, 14)

  • καὶ συνήγαγον τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος κυρίου καθαρίσαι τὸν οἶκον κυρίου (II Crônicas 29, 15)

  • καὶ εἰσῆλθον οἱ ἱερεῖς ἔσω εἰς τὸν οἶκον κυρίου ἁγνίσαι καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἴκῳ κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου κυρίου καὶ ἐδέξαντο οἱ Λευῖται ἐκβαλεῖν εἰς τὸν χειμάρρουν Κεδρων ἔξω (II Crônicas 29, 16)

  • καὶ ἤρξαντο τῇ ἡμέρᾳ τῇ πρώτῃ νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου ἁγνίσαι καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν κυρίου καὶ ἥγνισαν τὸν οἶκον κυρίου ἐν ἡμέραις ὀκτὼ καὶ τῇ ἡμέρᾳ τῇ ἑκκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου συνετέλεσαν (II Crônicas 29, 17)

  • καὶ ἀνήνεγκεν μόσχους ἑπτά κριοὺς ἑπτά ἀμνοὺς ἑπτά χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας περὶ τῆς βασιλείας καὶ περὶ τῶν ἁγίων καὶ περὶ Ισραηλ καὶ εἶπεν τοῖς υἱοῖς Ααρων τοῖς ἱερεῦσιν ἀναβαίνειν ἐπὶ τὸ θυσιαστήριον κυρίου (II Crônicas 29, 21)

  • καὶ ἔθυσαν τοὺς μόσχους καὶ ἐδέξαντο οἱ ἱερεῖς τὸ αἷμα καὶ προσέχεον ἐπὶ τὸ θυσιαστήριον καὶ ἔθυσαν τοὺς κριούς καὶ προσέχεον τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον καὶ ἔθυσαν τοὺς ἀμνούς καὶ περιέχεον τὸ αἷμα τῷ θυσιαστηρίῳ (II Crônicas 29, 22)

  • καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον τοῦ βασιλέως καὶ τῆς ἐκκλησίας καὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπ’ αὐτούς (II Crônicas 29, 23)

  • καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερεῖς καὶ ἐξιλάσαντο τὸ αἷμα αὐτῶν πρὸς τὸ θυσιαστήριον καὶ ἐξιλάσαντο περὶ παντὸς Ισραηλ ὅτι περὶ παντὸς Ισραηλ εἶπεν ὁ βασιλεύς ἡ ὁλοκαύτωσις καὶ τὰ περὶ ἁμαρτίας (II Crônicas 29, 24)

  • καὶ ἔστησεν τοὺς Λευίτας ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυιδ τοῦ βασιλέως καὶ Γαδ τοῦ ὁρῶντος τῷ βασιλεῖ καὶ Ναθαν τοῦ προφήτου ὅτι δι’ ἐντολῆς κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προφητῶν (II Crônicas 29, 25)


"O Coração de Jesus não deixará cair no vazio a nossa oração se ela for plena de fé e de confiança." São Padre Pio de Pietrelcina