Mosaico decorativo

Löydetty 17461 Tulokset: Τῷ

  • ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναιας ὁ ἐκ Φαραθων τῶν υἱῶν Εφραιμ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες (I Crônicas 27, 14)

  • ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδαι ὁ Νετωφατι τῷ Γοθονιηλ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες (I Crônicas 27, 15)

  • καὶ ἐπὶ τῶν φυλῶν Ισραηλ τῷ Ρουβην ἡγούμενος Ελιεζερ ὁ τοῦ Ζεχρι τῷ Συμεων Σαφατιας ὁ τοῦ Μααχα (I Crônicas 27, 16)

  • τῷ Λευι Ασαβιας ὁ τοῦ Καμουηλ τῷ Ααρων Σαδωκ (I Crônicas 27, 17)

  • τῷ Ιουδα Ελιαβ τῶν ἀδελφῶν Δαυιδ τῷ Ισσαχαρ Αμβρι ὁ τοῦ Μιχαηλ (I Crônicas 27, 18)

  • τῷ Ζαβουλων Σαμαιας ὁ τοῦ Αβδιου τῷ Νεφθαλι Ιεριμωθ ὁ τοῦ Εσριηλ (I Crônicas 27, 19)

  • τῷ Εφραιμ Ωση ὁ τοῦ Οζιου τῷ ἡμίσει φυλῆς Μανασση Ιωηλ ὁ τοῦ Φαδαια (I Crônicas 27, 20)

  • τῷ ἡμίσει φυλῆς Μανασση τῷ ἐν τῇ Γαλααδ Ιαδδαι ὁ τοῦ Ζαβδιου τοῖς υἱοῖς Βενιαμιν Ασιηλ ὁ τοῦ Αβεννηρ (I Crônicas 27, 21)

  • τῷ Δαν Αζαραηλ ὁ τοῦ Ιωραμ οὗτοι πατριάρχαι τῶν φυλῶν Ισραηλ (I Crônicas 27, 22)

  • καὶ οὐκ ἔλαβεν Δαυιδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω ὅτι κύριος εἶπεν πληθῦναι τὸν Ισραηλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ (I Crônicas 27, 23)

  • καὶ Ιωαβ ὁ τοῦ Σαρουια ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ καὶ οὐ συνετέλεσεν καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ τὸν Ισραηλ καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυιδ (I Crônicas 27, 24)

  • καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ασμωθ ὁ τοῦ Ωδιηλ καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ιωναθαν ὁ τοῦ Οζιου (I Crônicas 27, 25)


"Somente por meio de Jesus podemos esperar a salvação." São Padre Pio de Pietrelcina