Löydetty 17461 Tulokset: Τῷ
καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν Βαλακ υἱὸς Βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα (I Crônicas 1, 43)
καὶ ἀπέθανεν Ασομ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ πατάξας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ (I Crônicas 1, 46)
ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ Ρουβην Συμεων Λευι Ιουδα Ισσαχαρ Ζαβουλων (I Crônicas 2, 1)
υἱοὶ Ιουδα Ηρ Αυναν Σηλων τρεῖς ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Σαυας τῆς Χαναανίτιδος καὶ ἦν Ηρ ὁ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου καὶ ἀπέκτεινεν αὐτόν (I Crônicas 2, 3)
καὶ Θαμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρες καὶ τὸν Ζαρα πάντες υἱοὶ Ιουδα πέντε (I Crônicas 2, 4)
καὶ υἱοὶ Εσερων οἳ ἐτέχθησαν αὐτῷ ὁ Ιραμεηλ καὶ ὁ Ραμ καὶ ὁ Χαλεβ καὶ Αραμ (I Crônicas 2, 9)
καὶ ἀδελφὴ αὐτῶν Σαρουια καὶ Αβιγαια καὶ υἱοὶ Σαρουια Αβεσσα καὶ Ιωαβ καὶ Ασαηλ τρεῖς (I Crônicas 2, 16)
καὶ ἀπέθανεν Γαζουβα καὶ ἔλαβεν ἑαυτῷ Χαλεβ τὴν Εφραθ καὶ ἔτεκεν αὐτῷ τὸν Ωρ (I Crônicas 2, 19)
καὶ μετὰ ταῦτα εἰσῆλθεν Εσερων πρὸς τὴν θυγατέρα Μαχιρ πατρὸς Γαλααδ καὶ οὗτος ἔλαβεν αὐτήν καὶ αὐτὸς ἑξήκοντα ἦν ἐτῶν καὶ ἔτεκεν αὐτῷ τὸν Σεγουβ (I Crônicas 2, 21)
καὶ Σεγουβ ἐγέννησεν τὸν Ιαϊρ καὶ ἦσαν αὐτῷ εἴκοσι τρεῖς πόλεις ἐν τῇ Γαλααδ (I Crônicas 2, 22)
καὶ ἔλαβεν Γεδσουρ καὶ Αραμ τὰς κώμας Ιαϊρ ἐξ αὐτῶν τὴν Καναθ καὶ τὰς κώμας αὐτῆς ἑξήκοντα πόλεις πᾶσαι αὗται υἱῶν Μαχιρ πατρὸς Γαλααδ (I Crônicas 2, 23)
καὶ μετὰ τὸ ἀποθανεῖν Εσερων ἦλθεν Χαλεβ εἰς Εφραθα καὶ ἡ γυνὴ Εσερων Αβια καὶ ἔτεκεν αὐτῷ τὸν Ασχωδ πατέρα Θεκωε (I Crônicas 2, 24)