Löydetty 17461 Tulokset: Τῷ
ἀποκρίνεται [ὁ] ἰησοῦς, ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῶ. βάψας οὗν τὸ ψωμίον [λαμβάνει καὶ] δίδωσιν ἰούδᾳ σίμωνος ἰσκαριώτου. (São João 13, 26)
καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς. λέγει οὗν αὐτῶ ὁ ἰησοῦς, ὃ ποιεῖς ποίησον τάχιον. (São João 13, 27)
τοῦτο [δὲ] οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῶ· (São João 13, 28)
τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ἰούδας, ὅτι λέγει αὐτῶ [ὁ] ἰησοῦς, ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῶ. (São João 13, 29)
ὅτε οὗν ἐξῆλθεν λέγει ἰησοῦς, νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῶ· (São João 13, 31)
[εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῶ] καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὐτῶ, καὶ εὐθὺς δοξάσει αὐτόν. (São João 13, 32)
ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. (São João 13, 35)
λέγει αὐτῶ σίμων πέτρος, κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη [αὐτῶ] ἰησοῦς, ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον. (São João 13, 36)
λέγει αὐτῶ ὁ πέτρος, κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. (São João 13, 37)
ἀποκρίνεται ἰησοῦς, τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὖ ἀρνήσῃ με τρίς. (São João 13, 38)
λέγει αὐτῶ θωμᾶς, κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; (São João 14, 5)
λέγει αὐτῶ [ὁ] ἰησοῦς, ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι᾽ ἐμοῦ. (São João 14, 6)