Löydetty 17461 Tulokset: Τῷ
καὶ ἐν τῶ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ ἀβραὰμ ἀπὸ μακρόθεν καὶ λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. (São Lucas 16, 23)
εἶπεν δέ, ἐρωτῶ σε οὗν, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, (São Lucas 16, 27)
λέγει δὲ ἀβραάμ, ἔχουσι μωϊσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. (São Lucas 16, 29)
εἶπεν δὲ αὐτῶ, εἰ μωϊσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδ᾽ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται. (São Lucas 16, 31)
λυσιτελεῖ αὐτῶ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα. (São Lucas 17, 2)
προσέχετε ἑαυτοῖς. ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῶ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῶ· (São Lucas 17, 3)
καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ λέγων, μετανοῶ, ἀφήσεις αὐτῶ. (São Lucas 17, 4)
καὶ εἶπαν οἱ ἀπόστολοι τῶ κυρίῳ, πρόσθες ἡμῖν πίστιν. (São Lucas 17, 5)
τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῶ, εὐθέως παρελθὼν ἀνάπεσε, (São Lucas 17, 7)
ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῶ, ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; (São Lucas 17, 8)
μὴ ἔχει χάριν τῶ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα; (São Lucas 17, 9)
οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν. (São Lucas 17, 10)